Ἐν ταῖς ἡμέραις ἐκείναις, Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸἱερόν· ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν.
Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
 
Απόδοσις στην νεοελληνική
 
Κατά τις ἡμέρες ἐκείνες, ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀνέβαιναν μαζὶ εἰς τὸν ναὸν τὴν ὥραν τῆς προσευχῆς, τὴν ἑνάτην. Καὶ κάποιος ἐκ γενετῆς χωλὸς ἐφέρετο καὶ ἐτοποθετεῖτο κάθε ἡμέραν κοντὰ εἰς τὴν πύλην τοῦ ναοῦ, ποὺ ὀνομάζεται Ὡραία, διὰ νὰ ζητῇ ἐλεημοσύνην ἀπὸ ὅσους ἔμπαιναν εἰς τὸν ναόν.
Ὅταν αὐτὸς εἶδε ὅτι ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπρόκειτο νὰ μποῦν εἰς τὸν ναόν, παρακαλοῦσε δι’ ἐλεημοσύνην.
Ὁ Πέτρος προσήλωσε τὸ βλέμμα του εἰς αὐτόν μαζὶ μὲ τὸν Ἰωάννην, καὶ εἶπε, «Κοίταξέ μας». Ἐκεῖνος ἔδωσε ὅλην του τὴν προσοχὴν διότι ἐπερίμενε νὰ πάρῃ κάτι ἀπ’ αὐτούς.
Ὁ δὲ Πέτρος εἶπε, «Ἀσῆμι καὶ χρυσάφι δὲν ἔχω· ἀλλ’ ἐλεῖνο ποὺ ἔχω σοῦ τὸ δίνω· εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου σήκω καὶ περπάτησε». Καὶ ἀφοῦ τὸν ἔπιασε ἀπὸ τὸ δεξὶ χέρι, τὸν ἐσήκωσε· ἀμέσως δὲ ἐστερεώθηκαν τὰ πόδια του καὶ οἱ ἀστράγαλοι, καὶ μὲ ἕνα πήδημα ἐσηκώθηκε ὀρθὸς καὶ περπατοῦσε καὶ ἐμπῆκε μαζί τους εἰς τὸν ναόν, περιπατῶν καὶ πηδῶν καὶ δοξολογῶν τὸν Θεόν.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ