ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ (μετὰ των Γ χαιρετισμῶν)

17 ΜΑΡΤΙΟΥ 2017

ΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΤΗΣ Γ´ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

* * * * *

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ
(μετὰ χαιρετισμῶν)

Τῇ ἁ­γί­ᾳ καὶ με­γά­λῃ Τεσ­σα­ρα­κο­στῇ, τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας, ἀ­να­γι­νώ­σκε­ται τὸ μι­κρὸν Ἀ­πό­δει­πνον με­τὰ τοῦ κα­νό­νος τοῦ Ἀ­κα­θί­στου καὶ μι­ᾶς στά­σε­ως τῶν οἴ­κων («Χαι­ρε­τι­σμῶν») τῆς Θε­ο­τό­κου, κα­τὰ τὴν ὡς ἕ­πε­ται τά­ξιν·

Ὁ ἱ­ε­ρεύς· Εὐ­λο­γη­τὸς ὁ Θε­ὸς ἡ­μῶν, πάν­το­τε· νῦν, καὶ ἀ­εί, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

Ὁ ἀ­να­γνώ­στης· Ἀ­μήν.

ἱ­ε­ρεύς· Δό­ξα σοι Χρι­στέ, ὁ Θε­ός, ἡ ἐλ­πὶς ἡ­μῶν, δό­ξα σοι.

Βα­σι­λεῦ οὐ­ρά­νι­ε, Πα­ρά­κλη­τε, τὸ Πνεῦ­μα τῆς ἀ­λη­θεί­ας, ὁ παν­τα­χοῦ πα­ρών, καὶ τὰ πάν­τα πλη­ρῶν, ὁ θη­σαυ­ρὸς τῶν ἀ­γα­θῶν, καὶ ζω­ῆς χο­ρη­γός, ἐλ­θὲ καὶ σκή­νω­σον ἐν ἡ­μῖν, καὶ κα­θά­ρι­σον ἡ­μᾶς ἀ­πὸ πά­σης κη­λῖ­δος, καὶ σῶ­σον, Ἀ­γα­θέ, τὰς ψυ­χὰς ἡ­μῶν. Ἀ­μήν.

ἀ­να­γνώ­στης· Ἅ­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς (κ τρί­του).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου. Ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου. Γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον. Καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν. Καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

ἀ­να­γνώ­στης· Ἀ­μήν. Κύ­ρι­ε, ἐ­λέ­η­σον (ιβ).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν Χρι­στῷ τῷ βα­σι­λεῖ ἡ­μῶν Θε­ῷ.

Δεῦ­τε προ­σκυ­νή­σω­μεν καὶ προ­σπέ­σω­μεν αὐ­τῷ, Χρι­στῷ τῷ Βα­σι­λεῖ καὶ Θε­ῷ ἡ­μῶν.

Με­τα­νοί­ας (γ´) καὶ τοὺς ψαλ­μούς·

Ψαλ­μὸς ν´ (50).

­λέ­η­σόν με, ὁ Θε­ός, κα­τὰ τὸ μέ­γα ἔ­λε­ός σου, καὶ κα­τὰ τὸ πλῆ­θος τῶν οἰ­κτιρ­μῶν σου ἐ­ξά­λει­ψον τὸ ἀ­νό­μη­μά μου. Ἐ­πὶ πλεῖ­ον πλῦ­νον με ἀ­πὸ τῆς ἀ­νο­μί­ας μου, καὶ ἀ­πὸ τῆς ἁ­μαρ­τί­ας μου κα­θά­ρι­σόν με. Ὅ­τι τὴν ἀ­νο­μί­αν μου ἐ­γὼ γι­νώ­σκω, καὶ ἡ ἁ­μαρ­τί­α μου ἐ­νώ­πι­όν μου ἐ­στὶ δι­ὰ παν­τός. Σοὶ μό­νῳ ἥ­μαρ­τον καὶ τὸ πο­νη­ρὸν ἐ­νώ­πι­όν σου ἐ­ποί­η­σα· ὅ­πως ἂν δι­και­ω­θῇς ἐν τοῖς λό­γοις σου καὶ νι­κή­σῃς ἐν τῷ κρί­νε­σθαί σε. Ἰ­δοὺ γὰρ ἐν ἀ­νο­μί­αις συ­νε­λή­φθην, καὶ ἐν ἁ­μαρ­τί­αις ἐ­κίσ­ση­σέ με ἡ μή­τηρ μου. Ἰ­δοὺ γὰρ ἀ­λή­θει­αν ἠ­γά­πη­σας· τὰ ἄ­δη­λα καὶ τὰ κρύ­φι­α τῆς σο­φί­ας σου ἐ­δή­λω­σάς μοι. Ῥαν­τι­εῖς με ὑσ­σώ­πῳ καὶ κα­θα­ρι­σθή­σο­μαι· πλυ­νεῖς με καὶ ὑ­πὲρ χι­ό­να λευ­καν­θή­σο­μαι. Ἀ­κου­τι­εῖς μοι ἀ­γαλ­λί­α­σιν καὶ εὐ­φρο­σύ­νην· ἀ­γαλ­λι­ά­σον­ται ὀ­στέ­α τε­τα­πει­νω­μέ­να. Ἀ­πό­στρε­ψον τὸ πρό­σω­πόν σου ἀ­πὸ τῶν ἁ­μαρ­τι­ῶν μου καὶ πά­σας τὰς ἀ­νο­μί­ας μου ἐ­ξά­λει­ψον. Καρ­δί­αν κα­θα­ρὰν κτί­σον ἐν ἐ­μοὶ ὁ Θε­ός, καὶ πνεῦ­μα εὐ­θὲς ἐγ­καί­νι­σον ἐν τοῖς ἐγ­κά­τοις μου. Μὴ ἀ­πορ­ρί­ψῃς με ἀ­πὸ τοῦ προ­σώ­που σου, καὶ τὸ πνεῦ­μά σου τὸ ἅ­γι­ον μὴ ἀν­τα­νέ­λῃς ἀπ᾿ ἐ­μοῦ. Ἀ­πό­δος μοι τὴν ἀ­γαλ­λί­α­σιν τοῦ σω­τη­ρί­ου σου, καὶ πνεύ­μα­τι ἡ­γε­μο­νι­κῷ στή­ρι­ξόν με. Δι­δά­ξω ἀ­νό­μους τὰς ὁ­δούς σου, καὶ ἀ­σε­βεῖς ἐ­πὶ σὲ ἐ­πι­στρέ­ψου­σι. Ῥῦ­σαί με ἐξ αἱ­μά­των ὁ Θε­ός, ὁ Θε­ὸς τῆς σω­τη­ρί­ας μου· ἀ­γαλ­λι­ά­σε­ται ἡ γλῶσ­σά μου τὴν δι­και­ο­σύ­νην σου. Κύ­ρι­ε, τὰ χεί­λη μου ἀ­νοί­ξεις, καὶ τὸ στό­μα μου ἀ­ναγ­γε­λεῖ τὴν αἴ­νε­σίν σου. Ὅ­τι, εἰ ἠ­θέ­λη­σας θυ­σί­αν, ἔ­δω­κα ἄν· ὁ­λο­καυ­τώ­μα­τα οὐκ εὐ­δο­κή­σεις. Θυ­σί­α τῷ Θε­ῷ, πνεῦ­μα συν­τε­τριμ­μέ­νον, καρ­δί­αν συν­τε­τριμ­μέ­νην καὶ τε­τα­πει­νω­μέ­νην ὁ Θε­ὸς οὐκ ἐ­ξου­δε­νώ­σει. Ἀ­γά­θυ­νον, Κύ­ρι­ε, ἐν τῇ εὐ­δο­κί­ᾳ σου τὴν Σι­ὼν καὶ οἰ­κο­δο­μη­θή­τω τὰ τεί­χη Ἱ­ε­ρου­σα­λήμ. Τό­τε εὐ­δο­κή­σεις θυ­σί­αν δι­και­ο­σύ­νης, ἀ­να­φο­ρὰ καὶ ὁ­λο­καυ­τώ­μα­τα. Τό­τε ἀ­νοί­σου­σιν ἐ­πὶ τὸ θυ­σι­α­στή­ρι­όν σου μό­σχους.

Ψαλ­μὸς ξθ´ (69).

Θε­ός, εἰς τὴν βο­ή­θει­άν μου πρό­σχες· Κύ­ρι­ε, εἰς τὸ βο­η­θῆ­σαί μοι σπεῦ­σον. Αἰ­σχυν­θή­τω­σαν καὶ ἐν­τρα­πή­τω­σαν οἱ ζη­τοῦν­τες τὴν ψυ­χήν μου. Ἀ­πο­στρα­φή­τω­σαν εἰς τὰ ὀ­πί­σω καὶ κα­ται­σχυν­θή­τω­σαν οἱ βου­λό­με­νοί μοι κα­κά. Ἀ­πο­στρα­φή­τω­σαν πα­ραυ­τί­κα αἰ­σχυ­νό­με­νοι οἱ λέ­γον­τές μοι· εὖ­γε, εὖ­γε. Ἀ­γαλ­λι­ά­σθω­σαν καὶ εὐ­φραν­θή­τω­σαν ἐ­πὶ σοὶ πάν­τες οἱ ζη­τοῦν­τές σε, ὁ Θε­ός. Καὶ λε­γέ­τω­σαν δι­ὰ παν­τός· Με­γα­λυν­θή­τω ὁ Κύ­ρι­ος, οἱ ἀ­γα­πῶν­τες τὸ σω­τή­ρι­όν σου. Ἐ­γὼ δὲ πτω­χός εἰ­μι καὶ πέ­νης· ὁ Θε­ός, βο­ή­θη­σόν μοι. Βο­η­θός μου καὶ ῥύ­στης μου εἶ σύ, Κύ­ρι­ε, μὴ χρο­νί­σῃς.

Ψαλ­μὸς ρμβ´ (142).

Κύ­ρι­ε, εἰ­σά­κου­σον τῆς προ­σευ­χῆς μου, ἐ­νώ­τι­σαι τὴν δέ­η­σίν μου ἐν τῇ ἀ­λη­θεί­ᾳ σου, εἰ­σά­κου­σόν μου ἐν τῇ δι­και­ο­σύ­νῃ σου. Καὶ μὴ εἰ­σέλ­θῃς εἰς κρί­σιν με­τὰ τοῦ δού­λου σου, ὅ­τι οὐ δι­και­ω­θή­σε­ται ἐ­νώ­πι­όν σου πᾶς ζῶν. Ὅ­τι κα­τε­δί­ω­ξεν ὁ ἐ­χθρὸς τὴν ψυ­χήν μου· ἐ­τα­πεί­νω­σεν εἰς γῆν τὴν ζω­ήν μου. Ἐ­κά­θι­σέ με ἐν σκο­τει­νοῖς ὡς νε­κροὺς αἰ­ῶ­νος, καὶ ἠ­κη­δί­α­σεν ἐπ᾿ ἐ­μὲ τὸ πνεῦ­μά μου, ἐν ἐ­μοὶ ἐ­τα­ρά­χθη ἡ καρ­δί­α μου. Ἐ­μνή­σθην ἡ­με­ρῶν ἀρ­χαί­ων, ἐ­με­λέ­τη­σα ἐν πᾶ­σι τοῖς ἔρ­γοις σου, ἐν ποι­ή­μα­σι τῶν χει­ρῶν σου ἐ­με­λέ­των. Δι­ε­πέ­τα­σα πρὸς σὲ τὰς χεῖ­ράς μου· ἡ ψυ­χή μου ὡς γῆ ἄ­νυ­δρός σοι. Τα­χὺ εἰ­σά­κου­σόν μου, Κύ­ρι­ε, ἐ­ξέ­λι­πε τὸ πνεῦ­μά μου. Μὴ ἀ­πο­στρέ­ψῃς τὸ πρό­σω­πόν σου ἀπ᾿ ἐ­μοῦ, καὶ ὁ­μοι­ω­θή­σο­μαι τοῖς κα­τα­βαί­νου­σιν εἰς λάκ­κον. Ἀ­κου­στὸν ποί­η­σόν μοι τὸ πρω­ῒ τὸ ἔ­λε­ός σου, ὅ­τι ἐ­πὶ σοὶ ἤλ­πι­σα. Γνώ­ρι­σόν μοι, Κύ­ρι­ε, ὁ­δὸν ἐν ᾗ πο­ρεύ­σο­μαι, ὅ­τι πρὸς σὲ ἦ­ρα τὴν ψυ­χήν μου. Ἐ­ξε­λοῦ με ἐκ τῶν ἐ­χθρῶν μου· Κύ­ρι­ε, πρὸς σὲ κα­τέ­φυ­γον· δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Τὸ Πνεῦ­μά σου τὸ ἀ­γα­θὸν ὁ­δη­γή­σει με ἐν γῇ εὐ­θεί­ᾳ· ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου, Κύ­ρι­ε, ζή­σεις με. Ἐν τῇ δι­και­ο­σύ­νῃ σου ἐ­ξά­ξεις ἐκ θλί­ψε­ως τὴν ψυ­χήν μου, καὶ ἐν τῷ ἐ­λέ­ει σου ἐ­ξο­λο­θρεύ­σεις τοὺς ἐ­χθρούς μου. Καὶ ἀ­πο­λεῖς πάν­τας τοὺς θλί­βον­τας τὴν ψυ­χήν μου, ὅ­τι ἐ­γὼ δοῦ­λός σου εἰ­μί.

Δο­ξο­λο­γί­α μι­κρά.

Σοὶ δό­ξα πρέ­πει, Κύ­ρι­ε ὁ Θε­ὸς ἡ­μῶν, καὶ σοὶ τὴν δό­ξαν ἀ­να­πέμ­πο­μεν, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν. Δό­ξα ἐν ὑ­ψί­στοις Θε­ῷ, καὶ ἐ­πὶ γῆς εἰ­ρή­νη, ἐν ἀν­θρώ­ποις εὐ­δο­κί­α. Ὑ­μνοῦ­μέν σε, εὐ­λο­γοῦ­μέν σε, προ­σκυ­νοῦ­μέν σε, δο­ξο­λο­γοῦ­μέν σε, εὐ­χα­ρι­στοῦ­μέν σοι δι­ὰ τὴν με­γά­λην σου δό­ξαν. Κύ­ρι­ε βα­σι­λεῦ, ἐ­που­ρά­νι­ε Θε­έ, Πά­τερ παν­το­κρά­τορ· Κύ­ρι­ε Υἱ­ὲ μο­νο­γε­νές, Ἰ­η­σοῦ Χρι­στέ, καὶ ἅ­γι­ον Πνεῦ­μα. Κύ­ρι­ε ὁ Θε­ός, ὁ ἀ­μνὸς τοῦ Θε­οῦ, ὁ Υἱ­ὸς τοῦ Πα­τρός, ὁ αἴ­ρων τὴν ἁ­μαρ­τί­αν τοῦ κό­σμου, ἐ­λέ­η­σον ἡ­μᾶς ὁ αἴ­ρων τὰς ἁ­μαρ­τί­ας τοῦ κό­σμου. Πρόσ­δε­ξαι τὴν δέ­η­σιν ἡ­μῶν, ὁ κα­θή­με­νος ἐν δε­ξι­ᾷ τοῦ Πα­τρός, καὶ ἐ­λέ­η­σον ἡ­μᾶς. Ὅ­τι σὺ εἶ μό­νος Ἅ­γι­ος, σὺ εἶ μό­νος Κύ­ρι­ος, Ἰ­η­σοῦς Χρι­στός, εἰς δό­ξαν Θε­οῦ Πα­τρός. Ἀ­μήν. Καθ᾿ ἑ­κά­στην ἑ­σπέ­ραν εὐ­λο­γή­σω σε, καὶ αἰ­νέ­σω τὸ ὄ­νο­μά σου εἰς τὸν αἰ­ῶ­να καὶ εἰς τὸν αἰ­ῶ­να τοῦ αἰ­ῶ­νος. Κύ­ρι­ε, κα­τα­φυ­γὴ ἐ­γεν­νή­θης ἡ­μῖν ἐν γε­νε­ᾷ καὶ γε­νε­ᾷ. Ἐ­γὼ εἶ­πα· Κύ­ρι­ε, ἐ­λέ­η­σόν με· ἴ­α­σαι τὴν ψυ­χήν μου, ὅ­τι ἥ­μαρ­τόν σοι. Κύ­ρι­ε, πρός σε κα­τέ­φυ­γον, δί­δα­ξόν με τοῦ ποι­εῖν τὸ θέ­λη­μά σου, ὅ­τι σὺ εἶ ὁ Θε­ός μου. Ὅ­τι πα­ρὰ σοί πη­γὴ ζω­ῆς, ἐν τῷ φω­τί σου ὀ­ψό­με­θα φῶς. Πα­ρά­τει­νον τὸ ἔ­λε­ός σου τοῖς γι­νώ­σκου­σί σε. Κα­τα­ξί­ω­σον, Κύ­ρι­ε, ἐν τῇ νυ­κτὶ ταύ­τῃ ἀ­να­μαρ­τή­τους φυ­λα­χθῆ­ναι ἡ­μᾶς. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, ὁ Θε­ὸς τῶν πα­τέ­ρων ἡ­μῶν, καὶ αἰ­νε­τὸν καὶ δε­δο­ξα­σμέ­νον τὸ ὄ­νο­μά σου εἰς τοὺς αἰ­ῶ­νας. Ἀ­μήν. Γέ­νοι­το, Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου ἐφ᾿ ἡ­μᾶς, κα­θά­περ ἠλ­πί­σα­μεν ἐ­πὶ σέ. Εὐ­λο­γη­τὸς εἶ, Κύ­ρι­ε, δί­δα­ξόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Δέ­σπο­τα, συ­νέ­τι­σόν με τὰ δι­και­ώ­μα­τά σου. Εὐ­λο­γη­τὸς εἶ, Ἅ­γι­ε, φώ­τι­σόν με τοῖς δι­και­ώ­μα­σί σου. Κύ­ρι­ε, τὸ ἔ­λε­ός σου εἰς τὸν αἰ­ῶ­να· τὰ ἔρ­γα τῶν χει­ρῶν σου μὴ πα­ρί­δῃς. Σοὶ πρέ­πει αἶ­νος, σοὶ πρέ­πει ὕ­μνος, σοὶ δό­ξα πρέ­πει, τῷ Πα­τρὶ καὶ τῷ Υἱ­ῷ καὶ τῷ Ἁ­γί­ῳ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὸ Σύμ­βο­λον τῆς Πί­στε­ως.

Πι­στεύ­ω εἰς ἕ­να Θε­όν, Πα­τέ­ρα, παν­το­κρά­το­ρα, ποι­η­τὴν οὐ­ρα­νοῦ καὶ γῆς, ὁ­ρα­τῶν τε πάν­των καὶ ἀ­ο­ρά­των. Καὶ εἰς ἕ­να Κύ­ρι­ον Ἰ­η­σοῦν Χρι­στόν, τὸν Υἱ­ὸν τοῦ Θε­οῦ τὸν μο­νο­γε­νῆ, τὸν ἐκ τοῦ Πα­τρὸς γεν­νη­θέν­τα πρὸ πάν­των τῶν αἰ­ώ­νων· φῶς ἐκ φω­τός, Θε­ὸν ἀ­λη­θι­νὸν ἐκ Θε­οῦ ἀ­λη­θι­νοῦ, γεν­νη­θέν­τα οὐ ποι­η­θέν­τα, ὁ­μο­ού­σι­ον τῷ Πα­τρί, δι᾿ οὗ τὰ πάν­τα ἐ­γέ­νε­το. Τὸν δι᾿ ἡ­μᾶς τοὺς ἀν­θρώ­πους καὶ δι­ὰ τὴν ἡ­με­τέ­ραν σω­τη­ρί­αν κα­τελ­θόν­τα ἐκ τῶν οὐ­ρα­νῶν καὶ σαρ­κω­θέν­τα ἐκ Πνεύ­μα­τος ἁ­γί­ου καὶ Μα­ρί­ας τῆς Παρ­θέ­νου καὶ ἐ­ναν­θρω­πή­σαν­τα. Σταυ­ρω­θέν­τα τε ὑ­πὲρ ἡ­μῶν ἐ­πὶ Πον­τί­ου Πι­λά­του καὶ πα­θόν­τα, καὶ τα­φέν­τα. Καὶ ἀ­να­στάν­τα τῇ τρί­τῃ ἡ­μέ­ρᾳ κα­τὰ τὰς Γρα­φάς. Καὶ ἀ­νελ­θόν­τα εἰς τοὺς οὐ­ρα­νοὺς καὶ κα­θε­ζό­με­νον ἐκ δε­ξι­ῶν τοῦ Πα­τρός. Καὶ πά­λιν ἐρ­χό­με­νον με­τὰ δό­ξης κρῖ­ναι ζῶν­τας καὶ νε­κρούς, οὗ τῆς βα­σι­λεί­ας οὐκ ἔ­σται τέ­λος. Καὶ εἰς τὸ Πνεῦ­μα τὸ ἅ­γι­ον, τὸ κύ­ρι­ον, τὸ ζω­ο­ποι­όν, τὸ ἐκ τοῦ Πα­τρὸς ἐκ­πο­ρευ­ό­με­νον, τὸ σὺν Πα­τρὶ καὶ Υἱ­ῷ συμ­προ­σκυ­νού­με­νον καὶ συν­δο­ξα­ζό­με­νον, τὸ λα­λῆ­σαν δι­ὰ τῶν προ­φη­τῶν. Εἰς μί­αν, ἁ­γί­αν, κα­θο­λι­κὴν καὶ ἀ­πο­στο­λι­κὴν Ἐκ­κλη­σί­αν. Ὁ­μο­λο­γῶ ἓν βά­πτι­σμα εἰς ἄ­φε­σιν ἁ­μαρ­τι­ῶν. Προσ­δο­κῶ ἀ­νά­στα­σιν νε­κρῶν. Καὶ ζω­ὴν τοῦ μέλ­λον­τος αἰ­ῶ­νος. Ἀ­μήν.

­ξι­όν ἐ­στιν ὡς ἀ­λη­θῶς, μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον, τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ πα­να­μώ­μη­τον, καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν. Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως, Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον σὲ με­γα­λύ­νο­μεν.

* * *

Κα­τὰ τὴν πε­ρί­ο­δον τῆς ἁ­γί­ας καὶ Μ. Τεσ­σα­ρα­κο­στῆς τὸ ἑ­σπέ­ρας ἑ­κά­στης Πα­ρα­σκευ­ῆς, με­τὰ τὸ Ἄ­ξι­όν ἐ­στιν..., εἴ­θι­σται νὰ ψάλ­λη­ται ὁ Κα­νὼν τοῦ Ἀ­κα­θί­στου· Ἀ­νοί­ξω τὸ στό­μα μου..., [ἐ­κτὸς ἐ­ὰν ἡ Ἀ­κο­λου­θί­α τοῦ Ἀ­κα­θί­στου ψα­λῇ εἰς τὸν Ὄρ­θρον, ἢ ἐ­ὰν συμ­πέ­σῃ ἡ ἑ­ορ­τὴ ἢ ἡ ἀ­πό­δο­σις τοῦ Εὐ­αγ­γε­λι­σμοῦ, (τῇ Πα­ρα­σκευ­ῇ ἑ­σπέ­ρας) ὁ­πό­τε ἡ Ἀ­κο­λου­θί­α ἐ­πι­συ­νά­πτε­ται με­τὰ τὸν Ἑ­σπε­ρι­νόν]. Με­τὰ τὸ τέ­λος τοῦ Κα­νό­νος ψάλ­λε­ται τό· Τῇ ὑ­περ­μά­χῳ..., ἀρ­γῶς καὶ ἀ­να­γι­νώ­σκε­ται μί­α Στά­σις τῶν Οἴ­κων [«Χαι­ρε­τι­σμῶν»] τῆς Θε­ο­τό­κου. Εἰς τὸ τέ­λος, τό· Τῇ ὑ­περ­μά­χῳ.., σύν­το­μον.

* * *

Ὁ Κα­νὼν τοῦ Ἀ­κα­θί­στου, οὗ ἡ ἀ­κρο­στι­χίς· Χα­ρᾶς δο­χεῖ­ον, σοὶ πρέ­πει χαί­ρειν μό­νῃ.
Ἰ­ω­σήφ.

Ποί­η­μα Ἰ­ω­σὴφ τοῦ Ὑ­μνο­γρά­φου.

ᾨ­δὴ α´. Ἦ­χος δ´. Ὁ εἱρ­μός.

­νοί­ξω τὸ στό­μα μου, καὶ πλη­ρω­θή­σε­ται πνεύ­ματος, καὶ λό­γον ἐ­ρεύ­ξο­μαι, τῇ βα­σι­λί­δι Μη­τρί· καὶ ὀ­φθή­σο­μαι, φαι­δρῶς πα­νη­γυ­ρί­ζων, καὶ ᾄ­σω γηθό­με­νος, ταύ­της τὰ θαύ­μα­τα. (δίς)

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Χρι­στοῦ βί­βλον ἔμ­ψυ­χον, ἐ­σφρα­γι­σμέ­νην σε Πνεύ­μα­τι, ὁ μέ­γας Ἀρ­χάγ­γε­λος, Ἁ­γνὴ θε­ώ­με­νος, ἐ­πε­φώ­νει σοι· Χαῖ­ρε χα­ρᾶς δο­χεῖ­ον, δι᾿ ἧς τῆς Προ­μή­το­ρος, ἀ­ρὰ λυ­θή­σε­ται.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­δὰμ ἐ­πα­νόρ­θω­σις, χαῖ­ρε Παρ­θέ­νε Θε­ό­νυμ­φε, τοῦ ᾍ­δου ἡ νέ­κρω­σις· χαῖ­ρε πα­νά­μω­με, τὸ πα­λά­τι­ον, τοῦ μό­νου Βα­σι­λέ­ως· χαῖ­ρε θρό­νε πύ­ρι­νε, τοῦ Παν­το­κρά­το­ρος.

Δό­ξα.

ό­δον τὸ ἀ­μά­ραν­τον, χαῖ­ρε ἡ μό­νη βλα­στή­σα­σα· τὸ μῆ­λον τὸ εὔ­ο­σμον, χαῖ­ρε ἡ τέ­ξα­σα· τὸ ὀ­σφρά­δι­ον, τοῦ πάν­των Βα­σι­λέ­ως· χαῖ­ρε Ἀ­πει­ρό­γα­με, κό­σμου δι­ά­σω­σμα.

Καὶ νῦν.

­γνεί­ας θη­σαύ­ρι­σμα, χαῖ­ρε, δι᾿ ἧς ἐκ τοῦ πτώ­μα­τος, ἡ­μῶν ἐ­ξα­νέ­στη­μεν· χαῖ­ρε ἡ­δύ­πνο­ον, κρί­νον Δέ­σποι­να, πι­στοὺς εὐ­ω­δι­ά­ζον· θυ­μί­α­μα εὔ­ο­σμον, μύ­ρον πο­λύ­τι­μον.

ᾨ­δὴ γ´. Ὁ εἱρ­μός.

Τοὺς σοὺς ὑ­μνο­λό­γους Θε­ο­τό­κε, ἡ ζῶ­σα καὶ ἄ­φθονος πη­γή, θί­α­σον συγ­κρο­τή­σαν­τας, πνευ­μα­τι­κὸν στε­ρέ­ω­σον· καὶ ἐν τῇ θεί­ᾳ δό­ξῃ σου, στε­φά­νων δό­ξης ἀ­ξί­ω­σον. (δίς)

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Στά­χυν ἡ βλα­στή­σα­σα τὸν θεῖ­ον, ὡς χώ­ρα ἀ­νή­ρο­τος σα­φῶς, χαῖ­ρε ἔμ­ψυ­χε τρά­πε­ζα, ἄρ­τον ζω­ῆς χω­ρή­σα­σα· χαῖ­ρε τοῦ ζῶν­τος ὕ­δα­τος, πη­γὴ ἀ­κέ­νω­τος Δέ­σποι­να.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Δά­μα­λις τὸν μό­σχον ἡ τε­κοῦ­σα, τὸν ἄ­μω­μον, χαῖ­ρε τοῖς πι­στοῖς· χαῖ­ρε Ἀ­μνὰς κυ­ή­σα­σα, Θε­οῦ Ἀ­μνὸν τὸν αἴ­ρον­τα, κό­σμου παν­τὸς τὰ πταί­σμα­τα· χαῖ­ρε θερ­μὸν ἱ­λα­στή­ρι­ον.

Δό­ξα.

ρ­θρος φα­ει­νὸς χαῖ­ρε, ἡ μό­νη, τὸν Ἥ­λι­ον φέ­ρου­σα Χρι­στόν, φω­τὸς κα­τοι­κη­τή­ρι­ον· χαῖ­ρε τὸ σκό­τος λύ­σα­σα, καὶ τοὺς ζο­φώ­δεις δαί­μο­νας, ὁ­λο­τε­λῶς ἐ­κμει­ώ­σα­σα.

Καὶ νῦν.

Χαῖ­ρε Πύ­λη μό­νη, ἣν ὁ Λό­γος, δι­ώ­δευ­σε μό­νος, ἡ μο­χλούς, καὶ πύ­λας ᾍ­δου Δέ­σποι­να, τῷ τό­κῳ σου συν­τρί­ψα­σα· χαῖ­ρε ἡ θεί­α εἴ­σο­δος, τῶν σῳ­ζο­μέ­νων Πα­νύ­μνη­τε.

ᾨ­δὴ δ´. Ὁ εἱρ­μός.

κα­θή­με­νος ἐν δό­ξῃ, ἐ­πὶ θρό­νου Θε­ό­τη­τος, ἐν νε­φέ­λῃ κού­φῃ, ἦλ­θεν Ἰ­η­σοῦς ὁ ὑ­πέρ­θε­ος, τῇ ἀ­κηρά­τῳ πα­λά­μῃ, καὶ δι­έ­σω­σε, τοὺς κραυ­γά­ζον­τας· Δό­ξα Χρι­στὲ τῇ δυ­νά­μει σου.

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

ν φω­ναῖς ᾀ­σμά­των πί­στει, σοὶ βο­ῶ­μεν Πα­νύ­μνη­τε· Χαῖ­ρε πῖ­ον ὄ­ρος, καὶ τε­τυ­ρω­μέ­νον ἐν Πνεύ­μα­τι· χαῖ­ρε λυ­χνί­α καὶ στά­μνε, μάν­να φέ­ρου­σα, τὸ γλυ­καῖ­νον, τὰ τῶν εὐ­σε­βῶν αἰ­σθη­τή­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­λα­στή­ρι­ον τοῦ κό­σμου, χαῖ­ρε ἄ­χραν­τε Δέ­σποι­να· χαῖ­ρε κλῖ­μαξ γῆ­θεν, πάν­τας ἀ­νυ­ψώ­σα­σα χά­ρι­τι· χαῖ­ρε ἡ γέ­φυ­ρα ὄν­τως, ἡ με­τά­γου­σα, ἐκ θα­νά­του, πάν­τας, πρὸς ζω­ὴν τοὺς ὑ­μνοῦν­τάς σε.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Οὐ­ρα­νῶν ὑ­ψη­λο­τέ­ρα, χαῖ­ρε γῆς τὸ θε­μέ­λι­ον, ἐν τῇ σῇ νη­δύ­ϊ, Ἄ­χραν­τε ἀ­κό­πως βα­στά­σα­σα, χαῖ­ρε κογ­χύ­λη, πορ­φύ­ραν θεί­αν βά­ψα­σα, ἐξ αἱ­μά­των σου, τῷ Βα­σι­λεῖ τῶν Δυ­νά­με­ων.

Δό­ξα.

Νο­μο­θέ­την ἡ τε­κοῦ­σα, ἀ­λη­θῶς χαῖ­ρε Δέ­σποι­να, τὸν τὰς ἀ­νο­μί­ας, πάν­των δω­ρε­ὰν ἐ­ξα­λεί­φον­τα· ἀ­κα­τα­νό­η­τον βά­θος, ὕ­ψος ἄῤ­ῥη­τον, Ἀ­πει­ρό­γα­με, δι᾿ ἧς ἡ­μεῖς ἐ­θε­ώ­θη­μεν.

Καὶ νῦν.

Σὲ τὴν πλέ­ξα­σαν τῷ κό­σμῳ, ἀ­χει­ρό­πλο­κον στέ­φα­νον, ἀ­νυ­μνο­λο­γοῦ­μεν, Χαῖ­ρέ σοι Παρ­θέ­νε κραυ­γά­ζον­τες, τὸ φυ­λα­κτή­ρι­ον πάν­των καὶ χα­ρά­κω­μα, καὶ κρα­ταί­ω­μα, καὶ ἱ­ε­ρὸν κα­τα­φύ­γι­ον.

ᾨ­δὴ ε´. Ὁ εἱρ­μός.

­ξέ­στη τὰ σύμ­παν­τα, ἐ­πὶ τῇ θεί­ᾳ δό­ξῃ σου· σὺ γὰρ ἀ­πει­ρό­γα­με Παρ­θέ­νε, ἔ­σχες ἐν μή­τρᾳ τὸν ἐ­πὶ πάν­των Θε­όν, καὶ τέ­το­κας ἄ­χρο­νον Υἱ­όν, πᾶσι τοῖς ὑ­μνοῦ­σί σε, σω­τη­ρί­αν βρα­βεύ­ον­τα.

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­δὸν ἡ κυ­ή­σα­σα, ζω­ῆς, χαῖ­ρε Πα­νά­μω­με, ἡ κα­τα­κλυ­σμοῦ τῆς ἁ­μαρ­τί­ας, σώ­σα­σα κό­σμον· χαῖ­ρε Θε­ό­νυμ­φε, ἄ­κου­σμα καὶ λά­λη­μα φρι­κτόν· χαῖ­ρε ἐν­δι­αί­τη­μα, τοῦ Δε­σπό­του τῆς κτί­σε­ως.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­σχὺς καὶ ὀ­χύ­ρω­μα, ἀν­θρώ­πων, χαῖ­ρε Ἄ­χραν­τε, τό­πε ἁ­γι­ά­σμα­τος τῆς δό­ξης· νέ­κρω­σις ᾍ­δου, νυμ­φὼν ὁ­λό­φω­τε· χαῖ­ρε τῶν Ἀγ­γέ­λων χαρ­μο­νή· χαῖ­ρε ἡ βο­ή­θει­α, τῶν πι­στῶς δε­ο­μέ­νων σου.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Πυ­ρί­μορ­φον ὄ­χη­μα, τοῦ Λό­γου, χαῖ­ρε Δέ­σποι­να, ἔμ­ψυ­χε Πα­ρά­δει­σε, τὸ ξύ­λον, ἐν μέ­σῳ ἔ­χων ζω­ῆς τὸν Κύ­ρι­ον· οὗ ὁ γλυ­κα­σμὸς ζω­ο­ποι­εῖ, πί­στει τοὺς με­τέ­χον­τας, καὶ φθο­ρᾷ ὑ­πο­κύ­ψαν­τας.

Δό­ξα.

ων­νύ­με­νοι σθέ­νει σου, πι­στῶς ἀ­να­βο­ῶ­μέν σοι· Χαῖ­ρε πό­λις τοῦ Παμ­βα­σι­λέ­ως, δε­δο­ξα­σμέ­να καὶ ἀ­ξι­ά­κου­στα, πε­ρὶ ἧς λε­λά­λην­ται σα­φῶς· ὄ­ρος ἀ­λα­τό­μη­τον, χαῖ­ρε βά­θος ἀ­μέ­τρη­τον.

Καὶ νῦν.

Εὐ­ρύ­χω­ρον σκή­νω­μα, τοῦ Λό­γου, χαῖ­ρε Ἄ­χραν­τε· κό­χλος ἡ τὸν θεῖ­ον μαρ­γα­ρί­την, προ­α­γα­γοῦ­σα, χαῖ­ρε παν­θαύ­μα­στε· πάν­των πρὸς Θε­ὸν κα­ταλ­λα­γή, τῶν μα­κα­ρι­ζόν­των σε, Θε­ο­τό­κε ἑ­κά­στο­τε.

ᾨ­δὴ Ϛ´. Ὁ εἱρ­μός.

Τὴν θεί­αν ταύ­την καὶ πάν­τι­μον, τε­λοῦν­τες ἑ­ορ­τὴν οἱ θε­ό­φρο­νες, τῆς Θε­ο­μή­το­ρος, δεῦ­τε τὰς χεῖ­ρας κρο­τή­σω­μεν, τὸν ἐξ αὐ­τῆς τε­χθέν­τα Θε­ὸν δο­ξάζον­τες. (δίς)

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Πα­στὰς τοῦ Λό­γου ἀ­μό­λυν­τε, αἰ­τί­α τῆς τῶν πάν­των θε­ώ­σε­ως, χαῖ­ρε Πα­νά­χραν­τε, τῶν Προ­φη­τῶν πε­ρι­ή­χη­μα· χαῖ­ρε τῶν Ἀ­πο­στό­λων τὸ ἐγ­καλ­λώ­πι­σμα.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

κ σοῦ ἡ δρό­σος ἀ­πέ­στα­ξε, φλογ­μὸν πο­λυ­θε­ΐ­ας ἡ λύ­σα­σα· ὅ­θεν βο­ῶ­μέν σοι· Χαῖ­ρε ὁ πό­κος ὁ ἔν­δρο­σος, ὃν Γε­δε­ὼν Παρ­θέ­νε προ­ε­θε­ά­σα­το.

Δό­ξα.

­δού σοι, Χαῖ­ρε, κραυ­γά­ζο­μεν, λι­μὴν ἡ­μῖν γε­νοῦ θα­λατ­τεύ­ου­σι, καὶ ὁρ­μη­τή­ρι­ον, ἐν τῷ πε­λά­γει τῶν θλί­ψε­ων, καὶ τῶν σκαν­δά­λων πάν­των τοῦ πο­λε­μή­το­ρος.

Καὶ νῦν.

Χα­ρᾶς αἰ­τί­α χα­ρί­τω­σον, ἡ­μῶν τὸν λο­γι­σμὸν τοῦ κραυ­γά­ζειν σοι· Χαῖ­ρε ἡ ἄ­φλε­κτος βά­τος, νε­φέ­λη ὁ­λό­φω­τε, ἡ τοὺς πι­στοὺς ἀ­παύ­στως ἐ­πι­σκι­ά­ζου­σα.

ᾨ­δὴ ζ´. Ὁ εἱρ­μός.

Οὐκ ἐ­λά­τρευ­σαν, τῇ κτί­σει οἱ θε­ό­φρο­νες, πα­ρὰ τὸν Κτί­σαν­τα· ἀλ­λὰ πυ­ρὸς ἀ­πει­λήν, ἀν­δρεί­ως πατή­σαν­τες, χαί­ρον­τες ἔ­ψαλ­λον· Ὑ­πε­ρύ­μνη­τε, ὁ τῶν Πα­τέ­ρων Κύ­ρι­ος, καὶ Θε­ὸς εὐ­λο­γη­τὸς εἶ.

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­νυ­μνοῦ­μέν σε, βο­ῶν­τες· Χαῖ­ρε ὄ­χη­μα, Ἡ­λί­ου τοῦ νο­η­τοῦ· ἄμ­πε­λος ἀ­λη­θι­νή, τὸν βό­τρυν τὸν πέ­πει­ρον, ἡ γε­ωρ­γή­σα­σα, οἶ­νον στά­ζον­τα, τὸν τὰς ψυ­χὰς εὐ­φραί­νον­τα, τῶν πι­στῶς σε δο­ξα­ζόν­των.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­α­τῆ­ρα, τῶν ἀν­θρώ­πων ἡ κυ­ή­σα­σα, χαῖ­ρε Θε­ό­νυμ­φε· ἡ ῥά­βδος ἡ μυ­στι­κή, ἄν­θος τὸ ἀ­μά­ραν­τον, ἡ ἐ­ξαν­θή­σα­σα· χαῖ­ρε Δέ­σποι­να, δι᾿ ἧς χα­ρᾶς πλη­ρού­με­θα, καὶ ζω­ὴν κλη­ρο­νο­μοῦ­μεν.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

η­το­ρεύ­ου­σα, οὐ σθέ­νει γλῶσ­σα Δέ­σποι­να, ὑ­μνο­λο­γῆ­σαί σε· ὑ­πὲρ γὰρ τὰ Σε­ρα­φίμ, ὑ­ψώ­θης κυ­ή­σα­σα, τὸν Βα­σι­λέ­α Χρι­στόν· ὃν ἱ­κέ­τευ­ε, πά­σης νῦν βλά­βης ῥύ­σα­σθαι, τοὺς πι­στῶς σε προ­σκυ­νοῦν­τας.

Δό­ξα.

Εὐ­φη­μεῖ σε, μα­κα­ρί­ζον­τα τὰ πέ­ρα­τα, καὶ ἀ­να­κρά­ζει σοι· Χαῖ­ρε ὁ τό­μος ἐν ᾧ, δα­κτύ­λῳ ἐγ­γέ­γρα­πται, Πα­τρὸς ὁ Λό­γος Ἁ­γνή· ὃν ἱ­κέ­τευ­ε, βί­βλῳ ζω­ῆς τοὺς δού­λους σου, κα­τα­γρά­ψαι Θε­ο­τό­κε.

Καὶ νῦν.

­κε­τεύ­ο­μεν, οἱ δοῦ­λοί σου καὶ κλί­νο­μεν, γό­νυ καρ­δί­ας ἡ­μῶν· Κλῖ­νον τὸ οὖς σου, Ἁ­γνή, καὶ σῶ­σον τοὺς θλί­ψε­σι, βυ­θι­ζο­μέ­νους ἡ­μᾶς, καὶ συν­τή­ρη­σον, πά­σης ἐ­χθρῶν ἁ­λώ­σε­ως, τὴν σὴν Πό­λιν Θε­ο­τό­κε.

ᾨ­δὴ η´. Ὁ εἱρ­μός.

Παῖ­δας εὐ­α­γεῖς ἐν τῇ κα­μί­νῳ, ὁ τό­κος τῆς Θε­ο­τόκου δι­ε­σώ­σα­το, τό­τε μὲν τυ­πού­με­νος· νῦν δὲ ἐ­νεργού­με­νος, τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν, ἀ­γεί­ρει ψάλλου­σαν· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­περυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Νη­δύ­ϊ τὸν Λό­γον ὑ­πε­δέ­ξω, τὸν πάν­τα βα­στά­ζον­τα ἐ­βά­στα­σας· γά­λα­κτι ἐ­ξέ­θρε­ψας, νεύ­μα­τι τὸν τρέ­φον­τα, τὴν οἰ­κου­μέ­νην ἅ­πα­σαν, Ἁ­γνή, ᾧ ψάλ­λο­μεν· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Μω­σῆς κα­τε­νό­η­σεν ἐν βά­τῳ, τὸ μέ­γα Μυ­στή­ρι­ον τοῦ τό­κου σου· Παῖ­δες προ­ει­κό­νι­σαν, τοῦ­το ἐμ­φα­νέ­στα­τα, μέ­σον πυ­ρὸς ἱ­στά­με­νοι, καὶ μὴ φλε­γό­με­νοι, ἀ­κή­ρα­τε ἁ­γί­α Παρ­θέ­νε· ὅ­θεν σε ὑ­μνοῦ­μεν εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Οἱ πρῴ­ην ἀ­πά­τῃ γυ­μνω­θέν­τες, στο­λὴν ἀ­φθαρ­σί­ας ἐ­νε­δύ­θη­μεν, τῇ κυ­ο­φο­ρί­ᾳ σου· καὶ οἱ κα­θε­ζό­με­νοι, ἐν σκό­τει πα­ρα­πτώ­σε­ων, φῶς κα­τω­πτεύ­σα­μεν, φω­τὸς κα­τοι­κη­τή­ρι­ον Κό­ρη· ὅ­θεν σε ὑ­μνοῦ­μεν, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

Δό­ξα.

Νε­κροὶ δι­ὰ σοῦ ζω­ο­ποι­οῦν­ται· ζω­ὴν γὰρ τὴν ἐ­νυ­πό­στα­τον ἐ­κύ­η­σας· εὔ­λα­λοι οἱ ἄ­λα­λοι, πρῴ­ην χρη­μα­τί­ζον­τες, λε­προί, ἀ­πο­κα­θαί­ρον­ται, νό­σοι δι­ώ­κον­ται, πνευ­μά­των ἀ­ε­ρί­ων τὰ πλή­θη, ἥτ­την­ται Παρ­θέ­νε, βρο­τῶν ἡ σω­τη­ρί­α.

Καὶ νῦν.

κό­σμῳ τε­κοῦ­σα σω­τη­ρί­αν, δι᾿ ἧς ἀ­πὸ γῆς εἰς ὕ­ψος ἤρ­θη­μεν, χαί­ροις Παν­τευ­λό­γη­τε, σκέ­πη καὶ κρα­ταί­ω­μα, τεῖ­χος καὶ ὀ­χύ­ρω­μα τῶν με­λῳ­δούν­των Ἁ­γνή· Τὸν Κύ­ρι­ον ὑ­μνεῖ­τε τὰ ἔρ­γα, καὶ ὑ­πε­ρυ­ψοῦ­τε, εἰς πάν­τας τοὺς αἰ­ῶ­νας.

ᾨ­δὴ θ´. Ὁ εἱρ­μός.

­πας γη­γε­νής, σκιρ­τά­τω τῷ πνεύ­μα­τι, λαμ­πα­δουχού­με­νος· πα­νη­γυ­ρι­ζέ­τω δέ, ἀ­ΰ­λων Νό­ων φύ­σις γε­ραί­ρου­σα, τὴν ἱ­ε­ρὰν πα­νή­γυ­ριν, τῆς Θε­ο­μή­το­ρος, καὶ βο­ά­τω· Χαί­ροις παμ­μα­κά­ρι­στε, Θε­ο­τό­κε ἁ­γνή ἀ­ει­πάρ­θε­νε.

Τρο­πά­ρι­α.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­να σοι πι­στοί, τὸ Χαῖ­ρε κραυ­γά­ζω­μεν, οἱ δι­ὰ σοῦ τῆς χα­ρᾶς, μέ­το­χοι γε­νό­με­νοι, τῆς ἀ­ϊ­δί­ου, ῥῦ­σαι ἡ­μᾶς πει­ρα­σμοῦ, βαρ­βα­ρι­κῆς ἁ­λώ­σε­ως, καὶ πά­σης ἄλ­λης πλη­γῆς, δι­ὰ πλῆ­θος, Κό­ρη πα­ρα­πτώ­σε­ων, ἐ­πι­ού­σης βρο­τοῖς ἁ­μαρ­τά­νου­σιν.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

­φθης φω­τι­σμός, ἡ­μῶν καὶ βε­βαί­ω­σις· ὅ­θεν βο­ῶ­μέν σοι· Χαῖ­ρε ἄ­στρον ἄ­δυ­τον, εἰ­σά­γον κό­σμῳ τὸν μέ­γαν Ἥ­λι­ον· χαῖ­ρε Ἐ­δὲμ ἀ­νοί­ξα­σα, τὴν κε­κλει­σμέ­νην Ἁ­γνή· χαῖ­ρε στῦ­λε, πύ­ρι­νε εἰ­σά­γου­σα, εἰς τὴν ἄ­νω ζω­ήν, τὸ ἀν­θρώ­πι­νον.

Ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, σῶ­σον ἡ­μᾶς.

Στῶ­μεν εὐ­λα­βῶς, ἐν οἴ­κῳ Θε­οῦ ἡ­μῶν, καὶ ἐκ­βο­ή­σω­μεν· Χαῖ­ρε κό­σμου Δέ­σποι­να· χαῖ­ρε Μα­ρί­α, Κυ­ρί­α πάν­των ἡ­μῶν· χαῖ­ρε ἡ μό­νη ἄ­μω­μος, ἐν γυ­ναι­ξὶ καὶ κα­λή· χαῖ­ρε σκεῦ­ος, μύ­ρον τὸ ἀ­κέ­νω­τον, ἐ­πὶ σὲ κε­νω­θὲν εἰσ­δε­ξά­με­νον.

Δό­ξα.

πε­ρι­στε­ρά, ἡ τὸν ἐ­λε­ή­μο­να ἀ­πο­κυ­ή­σα­σα, χαῖ­ρε Ἀ­ει­πάρ­θε­νε· Ὁ­σί­ων πάν­των χαῖ­ρε τὸ καύ­χη­μα, τῶν Ἀ­θλη­τῶν στε­φά­νω­μα· χαῖ­ρε ἁ­πάν­των τε, τῶν Δι­καί­ων, θεῖ­ον ἐγ­καλ­λώ­πι­σμα, καὶ ἡ­μῶν τῶν πι­στῶν τὸ δι­ά­σω­σμα.

Καὶ νῦν.

Φεῖ­σαι ὁ Θε­ός, τῆς κλη­ρο­νο­μί­ας σου, τὰς ἁ­μαρ­τί­ας ἡ­μῶν, πά­σας πα­ρα­βλέ­πων νῦν, εἰς τοῦ­το ἔ­χων ἐκ­δυ­σω­ποῦ­σάν σε, τὴν ἐ­πὶ γῆς ἀ­σπό­ρως σε κυ­ο­φο­ρή­σα­σαν, δι­ὰ μέ­γα, ἔ­λε­ος θε­λή­σαν­τα, μορ­φω­θῆ­ναι Χρι­στὲ τὸ ἀλ­λό­τρι­ον.

* * *

Εἶ­τα τὸ Κον­τά­κι­ον δί­χο­ρον ἀρ­γῶς.

Αὐ­τό­με­λον. Ἦ­χος πλ. δ´.

Τῇ ὑ­περ­μά­χῳ στρα­τη­γῷ τὰ νι­κη­τή­ρι­α,
ς λυ­τρω­θεῖ­σα τῶν δει­νῶν εὐ­χα­ρι­στή­ρι­α,
­να­γρά­φω σοι ἡ Πό­λις σου Θε­ο­τό­κε.
λλ᾿ ὡς ἔ­χου­σα τὸ κρά­τος ἀ­προ­σμά­χη­τον,
κ παν­τοί­ων με κιν­δύ­νων ἐ­λευ­θέ­ρω­σον,
­να κρά­ζω σοι· Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

* * *

Ὁ ἱ­ε­ρεὺς ἱ­στά­με­νος εἰς τὸν σω­λέ­α πρὸ τῆς εἰ­κό­νος τῆς Θε­ο­τό­κου, ἀ­παγ­γέλ­λει ἐμ­με­λῶς τὴν Γ´ Στά­σιν τῶν «Χαι­ρε­τι­σμῶν», ἥ­τις πε­ρι­λαμ­βά­νει τοὺς ἀ­πὸ τῶν στοι­χεί­ων Ν, Ξ, Ο, Π, Ρ καὶ Σ, ἀρ­χο­μέ­νους Οἴ­κους.

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

Νέ­αν ἔ­δει­ξε κτί­σιν, ἐμ­φα­νί­σας ὁ Κτί­στης, ἡ­μῖν τοῖς ὑπ᾿ αὐ­τοῦ γε­νο­μέ­νοις· ἐξ ἀ­σπό­ρου βλα­στή­σας γα­στρός, καὶ φυ­λά­ξας ταύ­την, ὥ­σπερ ἦν, ἄ­φθο­ρον· ἵ­να τὸ θαῦ­μα βλέ­πον­τες, ὑ­μνή­σω­μεν αὐ­τήν, βο­ῶν­τες·

Χαῖ­ρε, τὸ ἄν­θος τῆς ἀ­φθαρ­σί­ας·
χαῖ­ρε, τὸ στέ­φος τῆς ἐγ­κρα­τεί­ας.

Χαῖ­ρε, ἀ­να­στά­σε­ως τύ­πον ἐ­κλάμ­που­σα·
χαῖ­ρε, τῶν Ἀγ­γέ­λων τὸν βί­ον ἐμ­φαί­νου­σα.

Χαῖ­ρε, δέν­δρον ἀ­γλα­ό­καρ­πον, ἐξ οὗ τρέ­φον­ται πι­στοί·
χαῖ­ρε, ξύ­λον εὐ­σκι­ό­φυλ­λον, ὑφ᾿ οὗ σκέ­πον­ται πολ­λοί.

Χαῖ­ρε, κυ­ο­φο­ροῦ­σα ὁ­δη­γὸν πλα­νω­μέ­νοις·
χαῖ­ρε, ἀ­πο­γεν­νῶ­σα λυ­τρω­τὴν αἰχ­μα­λώ­τοις.

Χαῖ­ρε, Κρι­τοῦ δι­καί­ου δυ­σώ­πη­σις·
χαῖ­ρε, πολ­λῶν πται­όν­των συγ­χώ­ρη­σις.

Χαῖ­ρε, στο­λὴ τῶν γυ­μνῶν παῤ­ῥη­σί­ας·
χαῖ­ρε, στορ­γὴ πάν­τα πό­θον νι­κῶ­σα.

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Ὁ μὲν ἱ­ε­ρεὺς θυ­μι­ᾷ τὴν εἰ­κό­να τῆς Θε­ο­τό­κου, ὁ δὲ χο­ρὸς ψάλ­λει, τό· Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε. Μεθ᾿ ὃ ὁ ἱ­ε­ρεὺς συ­νε­χί­ζει·

Ξέ­νον τό­κον ἰ­δόν­τες, ξε­νω­θῶ­μεν τοῦ κό­σμου, τὸν νοῦν εἰς οὐ­ρα­νὸν με­τα­θέν­τες· δι­ὰ τοῦ­το γὰρ ὁ ὑ­ψη­λὸς Θε­ός, ἐ­πὶ γῆς ἐ­φά­νη τα­πει­νὸς ἄν­θρω­πος, βου­λό­με­νος ἑλ­κύ­σαι πρὸς τὸ ὕ­ψος, τοὺς αὐ­τῷ βο­ῶν­τας·

Ἀλ­λη­λού­ϊ­α.

Ὁ μὲν ἱ­ε­ρεὺς θυ­μι­ᾷ τὴν εἰ­κό­να τῆς Θε­ο­τό­κου, ὁ δὲ χο­ρὸς ψάλ­λει τό· Ἀλ­λη­λού­ϊ­α, μεθ᾿ ὃ ὁ ἱ­ε­ρεὺς συ­νε­χί­ζει τὴν ἀ­παγ­γε­λί­αν. Τὸ αὐ­τὸ ἐ­πα­να­λαμ­βά­νε­ται μεθ᾿ ἕ­κα­στον Οἶ­κον.

­λως ἦν ἐν τοῖς κά­τω, καὶ τῶν ἄ­νω οὐ­δό­λως ἀ­πῆν, ὁ ἀ­πε­ρί­γρα­πτος Λό­γος· συγ­κα­τά­βα­σις γὰρ θε­ϊ­κή, οὐ με­τά­βα­σις δὲ το­πι­κὴ γέ­γο­νε· καὶ τό­κος ἐκ Παρ­θέ­νου θε­ο­λή­πτου, ἀ­κου­ού­σης ταῦ­τα·

Χαῖ­ρε, Θε­οῦ ἀ­χω­ρή­του χώ­ρα·
χαῖ­ρε, σε­πτοῦ μυ­στη­ρί­ου θύ­ρα.

Χαῖ­ρε, τῶν ἀ­πί­στων ἀμ­φί­βο­λον ἄ­κου­σμα·
χαῖ­ρε, τῶν πι­στῶν ἀ­ναμ­φί­βο­λον καύ­χη­μα.

Χαῖ­ρε, ὄ­χη­μα πα­νά­γι­ον τοῦ ἐ­πὶ τῶν Χε­ρου­βείμ·
χαῖ­ρε, οἴ­κη­μα πα­νά­ρι­στον τοῦ ἐ­πὶ τῶν Σε­ρα­φείμ.

Χαῖ­ρε, ἡ τἀ­ναν­τί­α εἰς ταὐ­τὸ ἀ­γα­γοῦ­σα·
χαῖ­ρε, ἡ παρ­θε­νί­αν καὶ λο­χεί­αν ζευ­γνῦ­σα.

Χαῖ­ρε, δι᾿ ἧς ἐ­λύ­θη πα­ρά­βα­σις·
χαῖ­ρε δι᾿ ἧς ἠ­νοί­χθη Πα­ρά­δει­σος.

Χαῖ­ρε, ἡ κλεὶς τῆς Χρι­στοῦ Βα­σι­λεί­ας·
χαῖ­ρε, ἐλ­πὶς ἀ­γα­θῶν αἰ­ω­νί­ων.

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Πᾶ­σα φύ­σις Ἀγ­γέ­λων, κα­τε­πλά­γη τὸ μέ­γα, τῆς σῆς ἐ­ναν­θρω­πή­σε­ως ἔρ­γον· τὸν ἀ­πρό­σι­τον γὰρ ὡς Θε­όν, ἐ­θε­ώ­ρει πᾶ­σι προ­σι­τὸν ἄν­θρω­πον· ἡ­μῖν μὲν συν­δι­ά­γον­τα, ἀ­κού­ον­τα δὲ πα­ρὰ πάν­των οὕ­τως·

Ἀλ­λη­λού­ϊ­α.

ή­το­ρας πο­λυ­φθόγ­γους, ὡς ἰ­χθύ­ας ἀ­φώ­νους, ὁ­ρῶ­μεν ἐ­πὶ σοὶ Θε­ο­τό­κε· ἀ­πο­ροῦ­σι γὰρ λέ­γειν τό, πῶς καὶ Παρ­θέ­νος μέ­νεις, καὶ τε­κεῖν ἴ­σχυ­σας· ἡ­μεῖς δὲ τὸ μυ­στή­ρι­ον θαυ­μά­ζον­τες, πι­στῶς βο­ῶ­μεν·

Χαῖ­ρε, σο­φί­ας Θε­οῦ δο­χεῖ­ον·
χαῖ­ρε, προ­νοί­ας αὐ­τοῦ τα­μεῖ­ον.

Χαῖ­ρε, φι­λο­σό­φους ἀ­σό­φους δει­κνύ­ου­σα·
χαῖ­ρε, τε­χνο­λό­γους ἀ­λό­γους ἐ­λέγ­χου­σα.

Χαῖ­ρε, ὅ­τι ἐ­μω­ράν­θη­σαν οἱ δει­νοὶ συ­ζη­τη­ταί·
χαῖ­ρε, ὅ­τι ἐ­μα­ράν­θη­σαν οἱ τῶν μύ­θων ποι­η­ταί.

Χαῖ­ρε, τῶν Ἀ­θη­ναί­ων τὰς πλο­κὰς δι­α­σπῶ­σα·
χαῖ­ρε, τῶν ἁ­λι­έ­ων τὰς σα­γή­νας πλη­ροῦ­σα.

Χαῖ­ρε, βυ­θοῦ ἀ­γνοί­ας ἐ­ξέλ­κου­σα·
χαῖ­ρε, πολ­λοὺς ἐν γνώ­σει φω­τί­ζου­σα.

Χαῖ­ρε, ὁλ­κὰς τῶν θε­λόν­των σω­θῆ­ναι·
χαῖ­ρε, λι­μὴν τῶν τοῦ βί­ου πλω­τή­ρων.

Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

Σῶ­σαι θέ­λων τὸν κό­σμον, ὁ τῶν ὅ­λων Κο­σμή­τωρ, πρὸς τοῦ­τον αὐ­τε­πάγ­γελ­τος ἦλ­θε· καὶ ποι­μὴν ὑ­πάρ­χων ὡς Θε­ός, δι᾿ ἡ­μᾶς ἐ­φά­νη καθ᾿ ἡ­μᾶς ἄν­θρω­πος· ὁ­μοί­ῳ γὰρ τὸ ὅ­μοι­ον κα­λέ­σας, ὡς Θε­ὸς ἀ­κού­ει·

Ἀλ­λη­λού­ϊ­α.

Εἶ­τα οἱ χο­ροὶ ἐ­ναλ­λάξ, εἰς μέ­λος σύν­το­μον τό·

Αὐ­τό­με­λον. Ἦ­χος πλ. δ´.

Τῇ ὑ­περ­μά­χῳ στρα­τη­γῷ τὰ νι­κη­τή­ρι­α,
Ὡς λυ­τρω­θεῖ­σα τῶν δει­νῶν εὐ­χα­ρι­στή­ρι­α,
Ἀ­να­γρά­φω σοι ἡ Πό­λις σου Θε­ο­τό­κε.
Ἀλλ᾿ ὡς ἔ­χου­σα τὸ κρά­τος ἀ­προ­σμά­χη­τον,
Ἐκ παν­τοί­ων με κιν­δύ­νων ἐ­λευ­θέ­ρω­σον,
Ἵ­να κρά­ζω σοι· Χαῖ­ρε, Νύμ­φη ἀ­νύμ­φευ­τε.

* * *

ἀ­να­γνώ­στης· Ἅ­γι­ος ὁ Θε­ός, Ἅ­γι­ος Ἰ­σχυ­ρός, Ἅ­γι­ος Ἀ­θά­να­τος, ἐ­λέ­η­σον ἡ­μᾶς (κ τρί­του).

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πα­να­γί­α Τρι­άς, ἐ­λέ­η­σον ἡ­μᾶς. Κύ­ρι­ε, ἱ­λά­σθη­τι ταῖς ἁ­μαρ­τί­αις ἡ­μῶν. Δέ­σπο­τα, συγ­χώ­ρη­σον τὰς ἀ­νο­μί­ας ἡ­μῖν. Ἅ­γι­ε, ἐ­πί­σκε­ψαι καὶ ἴ­α­σαι τὰς ἀ­σθε­νεί­ας ἡ­μῶν, ἕ­νε­κεν τοῦ ὀ­νό­μα­τός σου.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Πά­τερ ἡ­μῶν ὁ ἐν τοῖς οὐ­ρα­νοῖς, ἁ­γι­α­σθή­τω τὸ ὄ­νο­μά σου. Ἐλ­θέ­τω ἡ βα­σι­λεί­α σου. Γε­νη­θή­τω τὸ θέ­λη­μά σου, ὡς ἐν οὐ­ρα­νῷ, καὶ ἐ­πὶ τῆς γῆς. Τὸν ἄρ­τον ἡ­μῶν τὸν ἐ­πι­ού­σι­ον δὸς ἡ­μῖν σή­με­ρον. Καὶ ἄ­φες ἡ­μῖν τὰ ὀ­φει­λή­μα­τα ἡ­μῶν, ὡς καὶ ἡ­μεῖς ἀ­φί­ε­μεν τοῖς ὀ­φει­λέ­ταις ἡ­μῶν. Καὶ μὴ εἰ­σε­νέγ­κῃς ἡ­μᾶς εἰς πει­ρα­σμόν, ἀλ­λὰ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ τοῦ πο­νη­ροῦ.

Ὁ ἱ­ε­ρεύς· Ὅ­τι σοῦ ἐ­στιν ἡ βα­σι­λεί­α καὶ ἡ δύ­να­μις καὶ ἡ δό­ξα τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων.

ἀ­να­γνώ­στης· Ἀ­μήν.

Καὶ ἀ­να­γι­νώ­σκει τὸ μαρ­τυ­ρι­κὸν
Κον­τά­κι­ον. Ἦ­χος πλ. δ´.

ς ἀ­παρ­χὰς τῆς φύ­σε­ως, τῷ φυ­τουρ­γῷ τῆς κτί­σε­ως, ἡ οἰ­κου­μέ­νη προ­σφέ­ρει σοι, Κύ­ρι­ε, τοὺς θε­ο­φό­ρους Μάρ­τυ­ρας. Ταῖς αὐ­τῶν ἱ­κε­σί­αις, ἐν εἰ­ρή­νῃ βα­θεί­ᾳ τὴν Ἐκ­κλη­σί­αν σου, δι­ὰ τῆς Θε­ο­τό­κου συν­τή­ρη­σον, Πο­λυ­έ­λε­ε.

* * *

Εἶ­τα τΚύ­ρι­ε, ἐ­λέ­η­σον ), κα τν εὐ­χὴν ταύ­την.

ἐν παν­τὶ και­ρῷ, καὶ πά­σῃ ὥ­ρᾳ, ἐν οὐ­ρα­νῷ καὶ ἐ­πὶ γῆς προ­σκυ­νού­με­νος, καὶ δο­ξα­ζό­με­νος Χρι­στὸς ὁ Θε­ός, ὁ μα­κρό­θυ­μος, ὁ πο­λυ­έ­λε­ος, ὁ πο­λυ­εύ­σπλαγ­χνος, ὁ τοὺς δι­καί­ους ἀ­γα­πῶν καὶ τοὺς ἁ­μαρ­τω­λοὺς ἐ­λε­ῶν, ὁ πάν­τας κα­λῶν πρὸς σω­τη­ρί­αν δι­ὰ τῆς ἐ­παγ­γε­λί­ας τῶν μελ­λόν­των ἀ­γα­θῶν· Αὐ­τός, Κύ­ρι­ε, πρόσ­δε­ξαι καὶ ἡ­μῶν ἐν τῇ ὥ­ρᾳ ταύ­τῃ τὰς ἐν­τεύ­ξεις, καὶ ἴ­θυ­νον τὴν ζω­ὴν ἡ­μῶν πρὸς τὰς ἐν­το­λάς σου· τὰς ψυ­χὰς ἡ­μῶν ἁ­γί­α­σον, τὰ σώ­μα­τα ἅ­γνι­σον, τοὺς λο­γι­σμοὺς δι­όρ­θω­σον, τὰς ἐν­νοί­ας κά­θα­ρον, καὶ ῥῦ­σαι ἡ­μᾶς ἀ­πὸ πά­σης θλί­ψε­ως, κα­κῶν καὶ ὀ­δύ­νης. Τεί­χι­σον ἡ­μᾶς ἁ­γί­οις σου Ἀγ­γέ­λοις, ἵ­να, τῇ πα­ρεμ­βο­λῇ αὐ­τῶν φρου­ρού­με­νοι, καὶ ὁ­δη­γού­με­νοι, κα­ταν­τή­σω­μεν εἰς τὴν ἑ­νό­τη­τα τῆς πί­στε­ως καὶ εἰς τὴν ἐ­πί­γνω­σιν τῆς ἀ­προ­σί­του σου δό­ξης· ὅ­τι εὐ­λο­γη­τὸς εἶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον. Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Δό­ξα Πα­τρὶ καὶ Υἱ­ῷ καὶ ἁ­γί­ῳ Πνεύ­μα­τι, καὶ νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ, καὶ ἐν­δο­ξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ, τὴν ἀ­δι­α­φθό­ρως Θε­ὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄν­τως Θε­ο­τό­κον, σὲ με­γα­λύ­νο­μεν.

ν ὀ­νό­μα­τι Κυ­ρί­ου, εὐ­λό­γη­σον πά­τερ.

Ὁ ἱ­ε­ρεύς· Ὁ Θε­ὸς οἰ­κτει­ρή­σαι ἡ­μᾶς, καὶ εὐ­λο­γή­σαι ἡ­μᾶς, ἐ­πι­φά­ναι τὸ πρό­σω­πον αὐ­τοῦ ἐφ᾿ ἡ­μᾶς, καὶ ἐ­λε­ή­σαι ἡ­μᾶς.

Κα τς ἑ­πο­μέ­νας εὐ­χάς·

Εὐ­χὴ εἰς τὴν Ὑ­πε­ρα­γί­αν Θε­ο­τό­κον.
(Ποί­η­μα Παύ­λου Μο­να­χοῦ
Μο­νῆς τῆς Εὐ­ερ­γέ­τι­δος)

­σπι­λε, ἀ­μό­λυν­τε, ἄ­φθο­ρε, ἄ­χραν­τε, ἁ­γνὴ Παρ­θέ­νε, Θε­ό­νυμ­φε Δέ­σποι­να, ἡ Θε­ὸν Λό­γον τοῖς ἀν­θρώ­ποις, τῇ πα­ρα­δό­ξῳ σου κυ­ή­σει, ἑ­νώ­σα­σα, καὶ τὴν ἀ­πω­σθεῖ­σαν φύ­σιν τοῦ γέ­νους ἡ­μῶν τοῖς οὐ­ρα­νί­οις συ­νά­ψα­σα, ἡ τῶν ἀ­πηλ­πι­σμέ­νων μό­νη ἐλ­πίς, καὶ τῶν πο­λε­μου­μέ­νων βο­ή­θει­α, ἡ ἑ­τοί­μη ἀν­τί­λη­ψις τῶν εἰς σὲ προ­στρε­χόν­των, καὶ πάν­των τῶν Χρι­στι­α­νῶν τὸ κα­τα­φύ­γι­ον, μὴ βδε­λύ­ξῃ με τὸν ἁ­μαρ­τω­λόν, τὸν ἐ­να­γῆ, τὸν αἰ­σχροῖς λο­γι­σμοῖς καὶ λό­γοις καὶ πρά­ξε­σιν ὅ­λον ἐ­μαυ­τὸν ἀ­χρει­ώ­σαν­τα, καὶ τῇ τῶν ἡ­δο­νῶν τοῦ βί­ου ῥᾳ­θυ­μί­ᾳ γνώ­μης, δοῦ­λον γε­νό­με­νον. Ἀλλ᾿ ὡς τοῦ φι­λαν­θρώ­που Θε­οῦ Μή­τηρ, φι­λαν­θρώ­πως σπλαγ­χνί­σθη­τι ἐπ᾿ ἐ­μοὶ τῷ ἁ­μαρ­τω­λῷ καὶ ἀ­σώ­τῳ, καὶ δέ­ξαι μου τὴν ἐκ ῥυ­πα­ρῶν χει­λέ­ων προ­σφε­ρο­μέ­νην σοι δέ­η­σιν, καὶ τὸν σὸν Υἱ­όν, καὶ ἡ­μῶν Δε­σπό­την καὶ Κύ­ρι­ον, τῇ μη­τρι­κῇ σου παῤ­ῥη­σί­ᾳ χρω­μέ­νη, δυ­σώ­πη­σον, ἵ­να ἀ­νοί­ξῃ κἀ­μοὶ τὰ φι­λάν­θρω­πα σπλάγ­χνα τῆς αὑ­τοῦ ἀ­γα­θό­τη­τος, καί, πα­ρι­δών μου τὰ ἀ­να­ρίθ­μη­τα πταί­σμα­τα, ἐ­πι­στρέ­ψῃ με πρὸς με­τά­νοι­αν, καὶ τῶν αὑ­τοῦ ἐν­το­λῶν ἐρ­γά­την δό­κι­μον ἀ­να­δεί­ξῃ με. Καὶ πά­ρε­σό μοι ἀ­εὶ ὡς ἐ­λε­ή­μων, καὶ συμ­πα­θής, καὶ φι­λά­γα­θος, ἐν μὲν τῷ πα­ρόν­τι βί­ῳ, θερ­μὴ προ­στά­τις καὶ βο­η­θός, τὰς τῶν ἐ­ναν­τί­ων ἐ­φό­δους ἀ­πο­τει­χί­ζου­σα, καὶ πρὸς σω­τη­ρί­αν κα­θο­δη­γοῦ­σά με, καὶ ἐν τῷ και­ρῷ τῆς ἐ­ξό­δου μου, τὴν ἀ­θλί­αν μου ψυ­χὴν πε­ρι­έ­που­σα, καὶ τὰς σκο­τει­νὰς ὄ­ψεις τῶν πο­νη­ρῶν δαι­μό­νων πόῤ­ῥω αὐ­τῆς ἀ­πε­λαύ­νου­σα· ἐν δὲ τῇ φο­βε­ρᾷ ἡ­μέ­ρᾳ τῆς κρί­σε­ως, τῆς αἰ­ω­νί­ου με ῥυ­ο­μέ­νη κο­λά­σε­ως, καὶ τῆς ἀ­ποῤ­ῥή­του δό­ξης τοῦ σοῦ Υἱ­οῦ καὶ Θε­οῦ ἡ­μῶν κλη­ρο­νό­μον με ἀ­πο­δει­κνύ­ου­σα. Ἧς καὶ τύ­χοι­μι, Δέ­σποι­νά μου, ὑ­πε­ρα­γί­α Θε­ο­τό­κε, δι­ὰ τῆς σῆς με­σι­τεί­ας καὶ ἀν­τι­λή­ψε­ως· χά­ρι­τι καὶ φι­λαν­θρω­πί­ᾳ, τοῦ μο­νο­γε­νοῦς σου Υἱ­οῦ, τοῦ Κυ­ρί­ου καὶ Θε­οῦ, καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ. ᾯ πρέ­πει πᾶ­σα δό­ξα, τι­μὴ καὶ προ­σκύ­νη­σις, σὺν τῷ ἀ­νάρ­χῳ αὐ­τοῦ Πα­τρὶ καὶ τῷ πα­να­γί­ῳ καὶ ἀ­γα­θῷ καὶ ζω­ο­ποι­ῷ αὐ­τοῦ Πνεύ­μα­τι, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

Εὐ­χὴ ἑ­τέ­ρα
εἰς τὸν Κύ­ρι­ον ἡ­μῶν Ἰ­η­σοῦν Χρι­στόν.
(Ποί­η­μα Ἀν­τι­ό­χου μο­να­χοῦ τοῦ Παν­δέ­κτου)

Καὶ δὸς ἡ­μῖν, Δέ­σπο­τα, πρὸς ὕ­πνον ἀ­πι­οῦ­σιν, ἀ­νά­παυ­σιν σώ­μα­τος καὶ ψυ­χῆς· καὶ δι­α­φύ­λα­ξον ἡ­μᾶς ἀ­πὸ τοῦ ζο­φε­ροῦ ὕ­πνου τῆς ἁ­μαρ­τί­ας, καὶ ἀ­πὸ πά­σης σκο­τει­νῆς καὶ νυ­κτε­ρι­νῆς ἡ­δυ­πα­θεί­ας. Παῦ­σον τὰς ὁρ­μὰς τῶν πα­θῶν, σβέ­σον τὰ πε­πυ­ρω­μέ­να βέ­λη τοῦ πο­νη­ροῦ, τὰ καθ᾿ ἡ­μῶν δο­λί­ως κι­νού­με­να· τὰς τῆς σαρ­κὸς ἡ­μῶν ἐ­πα­να­στά­σεις κα­τά­στει­λον, καὶ πᾶν γε­ῶ­δες καὶ ὑ­λι­κὸν ἡ­μῶν φρό­νη­μα κοί­μη­σον. Καὶ δώ­ρη­σαι ἡ­μῖν, ὁ Θε­ός, γρή­γο­ρον νοῦν, σώ­φρο­να λο­γι­σμόν, καρ­δί­αν νή­φου­σαν, ὕ­πνον ἐ­λα­φρόν, καὶ πά­σης σα­τα­νι­κῆς φαν­τα­σί­ας ἀ­πηλ­λαγ­μέ­νον. Δι­α­νά­στη­σον δὲ ἡ­μᾶς ἐν τῷ και­ρῷ τῆς προ­σευ­χῆς, ἐ­στη­ριγ­μέ­νους ἐν ταῖς ἐν­το­λαῖς σου, καὶ τὴν μνή­μην τῶν σῶν κρι­μά­των ἐν ἑ­αυ­τοῖς ἀ­πα­ρά­θραυ­στον ἔ­χον­τας. Παν­νύ­χι­ον ἡ­μῖν τὴν σὴν δο­ξο­λο­γί­αν χά­ρι­σαι εἰς τὸ ὑ­μνεῖν, καὶ εὐ­λο­γεῖν, καὶ δο­ξά­ζειν τὸ πάν­τι­μον καὶ με­γα­λο­πρε­πὲς ὄ­νο­μά σου, τοῦ Πα­τρὸς καὶ τοῦ Υἱ­οῦ καὶ τοῦ Ἁ­γί­ου Πνεύ­μα­τος, νῦν καὶ ἀ­εὶ καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.

­πε­ρέν­δο­ξε, ἀ­ει­πάρ­θε­νε, εὐ­λο­γη­μέ­νη Θε­ο­τό­κε, προ­σά­γα­γε τὴν ἡ­με­τέ­ραν προ­σευ­χὴν τῷ Υἱ­ῷ σου καὶ Θε­ῷ ἡ­μῶν, καὶ αἴ­τη­σαι, ἵ­να σώ­σῃ δι­ὰ σοῦ τὰς ψυ­χὰς ἡ­μῶν.

ἐλ­πίς μου ὁ Πα­τήρ, κα­τα­φυ­γή μου ὁ Υἱ­ός, σκέ­πη μου τὸ Πνεῦ­μα τὸ Ἅ­γι­ον, Τρι­ὰς ἁ­γί­α, δό­ξα σοι.

Τὴν πᾶ­σαν ἐλ­πί­δα μου εἰς σὲ ἀ­να­τί­θη­μι, Μῆ­τερ τοῦ Θε­οῦ· φύ­λα­ξόν με ὑ­πὸ τὴν σκέ­πην σου.

* * *

ΑΠΟΛΥΣΙΣ

Ὁ ἱ­ε­ρεὺς ἀ­μέ­σως τὴν Ἀ­πό­λυ­σιν.

Χρι­στὸς ὁ ἀ­λη­θι­νὸς Θε­ὸς ἡ­μῶν, ταῖς πρε­σβεί­αις τῆς πα­να­χράν­του καὶ πα­να­μώ­μου ἁ­γί­ας αὐ­τοῦ Μη­τρός, τῶν ἁ­γί­ων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων ἀ­πο­στό­λων, τῶν ὁ­σί­ων καὶ θε­ο­φό­ρων πα­τέ­ρων ἡ­μῶν, τοῦ ἁ­γί­ου (τοῦ να­οῦ καὶ τῆς ἡ­μέ­ρας), καὶ πάν­των τῶν ἁ­γί­ων, ἐ­λε­ή­σαι καὶ σώ­σαι ἡ­μᾶς, ὡς ἀ­γα­θὸς καὶ φι­λάν­θρω­πος.

Εἶ­τα ἱ­ε­ρεὺς λέ­γει (ἀ­πο­κρι­νο­μέ­νων ἡ­μῶν τΚύ­ρι­ε, ἐ­λέ­η­σον, συ­νε­χῶς).

Εὐ­ξώ­με­θα ὑ­πὲρ εἰ­ρή­νης τοῦ κό­σμου.

­πὲρ τοῦ ἀρ­χι­ε­πι­σκό­που ἡ­μῶν (δεῖ­νος) καὶ πά­σης τῆς ἐν Χρι­στῷ ἡ­μῶν ἀ­δελ­φό­τη­τος.

­πὲρ τοῦ εὐ­σε­βοῦς ἡ­μῶν γέ­νους, πά­σης ἀρ­χῆς καὶ ἐ­ξου­σί­ας ἐν τῷ κρά­τει ἡ­μῶν.

­πὲρ εὐ­ο­δώ­σε­ως καὶ ἐ­νι­σχύ­σε­ως τοῦ φι­λο­χρί­στου στρα­τοῦ.

­πὲρ τῶν ἀ­πο­λει­φθέν­των πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν.

­πὲρ τῶν δι­α­κο­νούν­των καὶ δι­α­κο­νη­σάν­των ἡ­μῖν.

­πὲρ τῶν μι­σούν­των καὶ ἀ­γα­πών­των ἡ­μᾶς.

­πὲρ τῶν ἐν­τει­λα­μέ­νων ἡ­μῖν τοῖς ἀ­να­ξί­οις, εὔ­χε­σθαι ὑ­πὲρ αὐ­τῶν.

­πὲρ ἀ­ναῤ­ῥύ­σε­ως τῶν αἰχ­μα­λώ­των.

­πὲρ τῶν ἐν θα­λάσ­σῃ κα­λῶς πλε­όν­των.

­πὲρ τῶν ἐν ἀ­σθε­νεί­αις κα­τα­κει­μέ­νων.

Εὐ­ξώ­με­θα καὶ ὑ­πὲρ εὐ­φο­ρί­ας τῶν καρ­πῶν τῆς γῆς.

Καὶ ὑ­πὲρ πάν­των τῶν προ­α­να­παυ­σα­μέ­νων πα­τέ­ρων καὶ ἀ­δελ­φῶν ἡ­μῶν, τῶν ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νων, καὶ ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξων.

Καὶ ὑ­πὲρ πά­σης ψυ­χῆς χρι­στι­α­νῶν ὀρ­θο­δό­ξων.

Μα­κα­ρί­σω­μεν τοὺς εὐ­σε­βεῖς βα­σι­λεῖς. Τοὺς ὀρ­θο­δό­ξους ἀρ­χι­ε­ρεῖς. [Τοὺς κτί­το­ρας τῆς ἁ­γί­ας ἐκ­κλη­σί­ας ( μο­νῆς) ταύ­της], τοὺς γο­νεῖς ἡ­μῶν καὶ δι­δα­σκά­λους καὶ πάν­τας τοὺς προ­α­πελ­θόν­τας πα­τέ­ρας καὶ ἀ­δελ­φοὺς ἡ­μῶν, τοὺς ἐν­θά­δε εὐ­σε­βῶς κει­μέ­νους καὶ τοὺς ἁ­παν­τα­χοῦ ὀρ­θο­δό­ξους.

Εἴ­πω­μεν καὶ ὑ­πὲρ ἑ­αυ­τῶν, τό· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον· Κύ­ρι­ε, ἐ­λέ­η­σον.

Kαὶ ὁ χο­ρὸς ψάλ­λει τὸ Θε­ο­το­κί­ον. Ἦ­χος γ´.

Τὴν ὡ­ραι­ό­τη­τα τῆς παρ­θε­νί­ας σου, καὶ τὸ ὑ­πέρ­λαμ­προν τὸ τῆς ἁ­γνεί­ας σου, ὁ Γα­βρι­ὴλ κα­τα­πλα­γείς, ἐ­βό­α σοι Θε­ο­τό­κε. Ποῖ­όν σοι ἐγ­κώ­μι­ον προ­σα­γά­γω ἐ­πά­ξι­ον; τί δὲ ὀ­νο­μά­σω σε; ἀ­πο­ρῶ καὶ ἐ­ξί­στα­μαι. Δι­ὸ ὡς προ­σε­τά­γην βο­ῶ σοι· Χαῖ­ρε ἡ κε­χα­ρι­τω­μέ­νη.

Ὁ ἱ­ε­ρεὺς ποι­ῶν τὸ ση­μεῖ­ον τοῦ τι­μί­ου Σταυ­ροῦ μεθ᾿ ὑ­πο­κλί­σε­ως, ἐ­πι­λέ­γει· Δι᾿ εὐ­χῶν τῶν ἁ­γί­ων πα­τέ­ρων ἡ­μῶν, Κύ­ρι­ε Ἰ­η­σοῦ Χρι­στὲ ὁ Θε­ός, ἐ­λέ­η­σον ἡ­μᾶς.

Ὁ χο­ρός· Ἀ­μήν.

* * * * *


Εκτύπωση   Email