Ἐν ταῖς ἡμέραις ταύταις, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἔστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. 

Ἀναστὰς δε ὁ Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης.

Απόδοσις στην νεοελληνική

Κατὰ τὰς ἡμέρας αὐτὰς, ἐπέστρεψαν εἰς τὴν Ἱερουσαλὴμ ἀπὸ τὸ ὄρος, ποὺ καλεῖται ὄρος τῶν Ἐλαιῶν καὶ εἶναι κοντὰ εἰς τὴν Ἱερουσαλήμ, εἰς ἀπόστασιν πορείας ποὺ ἐπιτρέπεται τὴν ἡμέραν τοῦ Σαββάτου.  Ὅταν ἐμπῆκαν εἰς τὴν πόλιν, ἀνέβηκαν εἰς τὸ ἀνῶγι, ὅπου ἔμεναν· ἦσαν ὁ Πέτρος, ὁ Ἰάκωβος, ὁ Ἰωάννης καὶ ὁ Ἀνδρέας, ὁ Φίλιππος καὶ ὁ Θωμᾶς, ὁ Βαρθολομαῖος καὶ ὁ Ματθαῖος, ὁ Ἰάκωβος τοῦ Ἀλφαίου, ὁ Σίμων ὁ Ζηλωτής, καὶ ὁ Ἰούδας τοῦ Ἰακώβου. Ὅλοι αὐτοὶ ἦσαν προσηλωμένοι μὲ μιὰ ψυχὴ εἰς τὴν προσευχὴν καὶ τὴν δέησιν μαζὶ μὲ μερικὲς γυναῖκες καὶ τὴν Μαρίαν τὴν μητέρα τοῦ Ἰησοῦ, καὶ τοὺς ἀδελφούς του.

Σηκώθηκε τότε ὁ Πέτρος εἰς τὸ μέσον τῶν μαθητῶν – ἦσαν δὲ ἐκεῖ παρόντα περὶ τὰ ἑκατὸν εἴκοσι πρόσωπα –  καὶ εἶπε, «Ἄνδρες ἀδελφοί, ἔπρεπε νὰ ἐκπληρωθῇ ἡ γραφὴ αὐτή, τὴν ὁποῖαν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ τοῦ στόματος τοῦ Δαυΐδ διὰ τὸν Ἰούδαν, ὁ ὁποῖος ἔγινε ἀρχηγὸς εἰς ἐκείνους ποὺ συνέλαβαν τὸν Ἰησοῦν, διότι εἶχε συγκαταλεγῆ μ’ ἐμᾶς καὶ ἔλαβε τὸ μέρος του εἰς τὴν ὑπηρεσίαν αὐτήν.

footer


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ